Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.296 Joseph. BJ 4.303 (English) >>Joseph. BJ 4.310

4.301τοῖς δὲ τὸ μὲν πρῶτον ἐμπίπτει ταραχὴ τοὺς περὶ τὸν Ἄνανον ἐπιχειρεῖν οἰηθεῖσι, καὶ πᾶς ἐπὶ τοῦ ξίφους ἔσχε τὴν δεξιὰν ὡς ἀμυνούμενος· ταχέως δὲ γνωρίζοντες τοὺς ἥκοντας εἰσῄεσαν. 4.302εἰ μὲν οὖν ἐτράποντο περὶ τὴν πόλιν, οὐδὲν ἐκώλυσεν ἂν ἀπολωλέναι τὸν δῆμον αὔτανδρον· οὕτως εἶχον ὀργῆς· νῦν δὲ πρώτους τοὺς ζηλωτὰς σπεύδοντες τῆς φρουρᾶς ἐξελέσθαι, δεομένων πολλὰ καὶ τῶν εἰσδεξαμένων μὴ περιιδεῖν διʼ οὓς ἦλθον ἐν μέσοις τοῖς δεινοῖς μηδʼ αὐτοῖς χαλεπώτερον ἐπισεῖσαι τὸν κίνδυνον· 4.303τῶν μὲν γὰρ φρουρῶν ἁλόντων ῥᾴδιον αὐτοῖς εἶναι χωρεῖν ἐπὶ τὴν πόλιν, εἰ δʼ ἅπαξ ταύτην προκινήσειαν, οὐκ ἂν ἔτι ἐκείνων κρατῆσαι· 4.304πρὸς γὰρ τὴν αἴσθησιν συντάξεσθαι αὐτοὺς καὶ τὰς ἀνόδους ἀποφράξειν·

-- --

4.305

Συνεδόκει ταῦτα τοῖς Ἰδουμαίοις, καὶ διὰ τῆς πόλεως ἀνέβαινον πρὸς τὸ ἱερόν, μετέωροί τε οἱ ζηλωταὶ τὴν ἄφιξιν αὐτῶν ἐκαραδόκουν. καὶ παριόντων εἴσω καὶ αὐτοὶ θαρροῦντες προῄεσαν ἐκ τοῦ ἐνδοτέρου ἱεροῦ. 4.306μιγέντες δὲ τοῖς Ἰδουμαίοις προσέβαλλον ταῖς φυλακαῖς, καὶ τινὰς μὲν τῶν προκοιτούντων ἀπέσφαξαν κοιμωμένους, πρὸς δὲ τὴν τῶν ἐγρηγορότων βοὴν διανέστη πᾶν τὸ πλῆθος καὶ μετʼ ἐκπλήξεως ἁρπάζοντες τὰ ὅπλα πρὸς τὴν ἄμυναν ἐχώρουν. 4.307ἕως μὲν οὖν μόνους τοὺς ζηλωτὰς ἐπιχειρεῖν ὑπελάμβανον, ἐθάρρουν ὡς τῷ πλήθει περιεσόμενοι, κατιδόντες δὲ ἔξωθεν ἐπιχεομένους ἄλλους ᾔσθοντο τὴν εἰσβολὴν τῶν Ἰδουμαίων,



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.296 Joseph. BJ 4.303 (English) >>Joseph. BJ 4.310

Powered by PhiloLogic